Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.274 Joseph. BJ 2.280 (English) >>Joseph. BJ 2.285

2.278ἦν δὲ ἐν μὲν τοῖς ἐλεεινοῖς ὠμότατος, ἐν δὲ τοῖς αἰσχροῖς ἀναιδέστατος. οὔτε δὲ πλείω τις ἀπιστίαν τῆς ἀληθείας κατέχεεν οὔτε ἐν τῷ πανουργεῖν δολιωτέρας ὁδοὺς ἐπενόησεν. τὸ μὲν κατʼ ἄνδρα κερδαίνειν μικρὸν ἐδόκει, πόλεις δʼ ὅλας ἐξεδίδυσκε καὶ δήμους ἀθρόους ἐλυμαίνετο καὶ μόνον οὐκ ἐκήρυξεν ἀνὰ τὴν χώραν πᾶσιν ἐξεῖναι λῃστεύειν ἐφʼ μέρος αὐτὸς λήψεται τῶν λαφύρων. 2.279διὰ γοῦν τὴν ἐκείνου πλεονεξίαν πάσας ἐρημωθῆναι συνέβη τὰς πόλεις καὶ πολλοὺς τῶν πατρίων ἠθῶν ἐξαναστάντας φυγεῖν εἰς τὰς ἀλλοφύλους ἐπαρχίας. 2.280

Μέχρι μὲν οὖν ἐν Συρίᾳ Κέστιος Γάλλος ἦν διέπων τὴν ἐπαρχίαν, οὐδὲ πρεσβεύσασθαί τις πρὸς αὐτὸν ἐτόλμησεν κατὰ τοῦ Φλώρου· παραγενόμενον δὲ εἰς Ἱεροσόλυμα τῆς τῶν ἀζύμων ἑορτῆς

-- --

ἐνεστώσης περιστὰς δῆμος οὐκ ἐλάττους τριακοσίων μυριάδων ἱκέτευον ἐλεῆσαι τὰς τοῦ ἔθνους συμφορὰς καὶ τὸν λυμεῶνα τῆς χώρας Φλῶρον ἐκεκράγεσαν· 2.281 δὲ παρὼν καὶ τῷ Κεστίῳ παρεστὼς διεχλεύαζεν τὰς φωνάς. γε μὴν Κέστιος τὴν ὁρμὴν τοῦ πλήθους καταστείλας καὶ δοὺς ἔμφασιν ὡς πρὸς τὸ μέλλον αὐτοῖς τὸν Φλῶρον κατασκευάσειεν μετριώτερον, ὑπέστρεφεν εἰς Ἀντιόχειαν. 2.282προέπεμπε δὲ αὐτὸν μέχρι Καισαρείας Φλῶρος ἐξαπατῶν καὶ πόλεμον ἤδη τῷ ἔθνει σκοπούμενος, μόνῳ συγκρύψειν τὰς ἑαυτοῦ παρανομίας ὑπελάμβανεν·



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.274 Joseph. BJ 2.280 (English) >>Joseph. BJ 2.285

Powered by PhiloLogic